Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.380 Joseph. AJ 13.384 (English) >>Joseph. AJ 13.388

13.382ἀλλὰ καὶ ἀλλοφύλους ἐπαγόντων καὶ τὸ τελευταῖον εἰς τοῦτο ἀνάγκης ἀγαγόντων, ὥστε ἣν κατεστρέψατο γῆν ἐν Γαλααδίτιδι καὶ Μωαβίτιδι καὶ τὰ χωρία τῶν Ἀράβων τῷ βασιλεῖ παραδοῦναι, ὅπως ἂν μὴ ξυνάρηται σφίσι τὸν κατʼ αὐτοῦ πόλεμον, ἄλλα τε μυρία ἐς ὕβριν αὐτοῦ καὶ ἐπήρειαν πραξάντων. 13.383ἀλλʼ οὖν οὐκ ἐπιτηδείως δοκεῖ ταῦτα δρᾶσαι, ὥστε διὰ τὴν τῆς ὠμότητος ὑπερβολὴν ἐπικληθῆναι αὐτὸν ὑπὸ τῶν Ἰουδαίων Θρακίδαν. οἱ δʼ ἀντιστασιῶται αὐτοῦ τὸ πλῆθος ὄντες περὶ ὀκτακισχιλίους φεύγουσιν νυκτὸς καὶ παρʼ ὃν ἔζη χρόνον Ἀλέξανδρος ἦσαν ἐν τῇ φυγῇ. καὶ οὗτος μὲν ἀπηλλαγμένος τῆς ἐκ τούτων ταραχῆς μετὰ πάσης τὸ λοιπὸν ἠρεμίας ἐβασίλευσεν. 13.384

Δημήτριος δʼ ἐκ τῆς Ἰουδαίας ἀπελθὼν εἰς Βέροιαν ἐπολιόρκει τὸν ἀδελφὸν αὐτοῦ Φίλιππον ὄντων αὐτῷ πεζῶν μὲν μυρίων, χιλίων δὲ ἱππέων. Στράτων δʼ τῆς Βεροίας τύραννος Φιλίππῳ συμμαχῶν Ἄζιζον τὸν Ἀράβων φύλαρχον ἐπεκαλεῖτο καὶ Μιθριδάτην τὸν Σινάκην τὸν Παρθυαίων ὕπαρχον. 13.385ὧν ἀφικομένων μετὰ πολλῆς δυνάμεως καὶ πολιορκούντων Δημήτριον ἐντὸς τοῦ χαρακώματος, εἴσω τοῖς τε τοξεύμασι καὶ τῇ δίψῃ συνέχοντες αὐτὸν ἠνάγκασαν τοὺς σὺν αὐτῷ σφᾶς παραδοῦναι. λαφυραγωγήσαντες δὲ τὰ ἐν τῇ χώρᾳ καὶ τὸν Δημήτριον παραλαβόντες τὸν μὲν τῷ Μιθριδάτῃ τῷ τότε βασιλεύοντι Πάρθων ἔπεμψαν, τῶν δʼ αἰχμαλώτων οὓς Ἀντιοχέων εἶναι πολίτας συνέβαινε τούτους προῖκα τοῖς Ἀντιοχεῦσιν ἀπέδωκαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.380 Joseph. AJ 13.384 (English) >>Joseph. AJ 13.388

Powered by PhiloLogic